Εὐμήλου τοῦ Μέροπος ἐγένοντο παῖδες ὑπερήφανοι καὶ ὑβρισταὶ Βύσσα καὶ Μεροπὶς καὶ Ἄγρων καὶ ᾤκουν Κῶν τὴν Μεροπίδα νῆσον, ἡ δὲ γῆ πλεῖστον αὐτοῖς ἐξέφερε καρπόν, ὅτι μόνην θεῶν ἐτίμων καὶ ἐπιμελῶς αὐτὴν εἰργάζοντο. Oὗτοι ἀνθρώπων οὐδενὶ συνῆλθον οὔτε εἰς ἄστυ κατιόντες οὔτε πρὸς εἰλαπίνας καὶ θεῶν ἑορτάς, ἀλλ' εἰ μὲν Ἀθηνᾷ τις ἱερὰ ποιῶν ἐκάλεσε τὰς κόρας, ἀπέλεγεν ὁ ἀδελφὸς τὴν κλῆσιν οὐ γὰρ ἀγαπᾶν ἔφη γλαυκὴν θεόν, ὅτι ταῖς αὐτῶν κόραις ὀφθαλμὸς ἐνῆν μέλας, ἐχθαίρειν δὲ παράπαν γλαῦκα τὴν ὄρνιν εἰ δὲ καλοῖεν παρὰ τὴν Ἄρτεμιν, νυκτίφοιτον ἔλεγε μισεῖν θεόν εἰ δὲ πρὸς Ἑρμοῦ σπονδάς, κλέπτην ἔλεγεν οὐ τιμᾶν θεόν.
Καὶ οἱ μὲν πλειστάκις ἐκερτόμουν. Ἑρμῆς δὲ καὶ Ἀθηνᾶ καὶ Ἄρτεμις χολούμενοι νυκτὸς ἐπέστησαν αὐτῶν τοῖς οἴκοις, Ἀθηνᾶ μὲν καὶ Ἄρτεμις ἐοικυῖαι κόραις, Ἑρμῆς δὲ ποιμένος ἔχων στολήν καὶ τὸν Εὔμηλον καὶ τὸν Ἄγρωνα προσαγορεύσας παρεκάλει παρατυχεῖν εἰς δαῖτα·διδόναι γὰρ ἱερὰ μετὰ τῶν ἄλλων ποιμένων Ἑρμῇ· Βύσσαν δὲ Μεροπίδα πρὸς τὰς ὁμήλικας ἔπειθεν ἐκπέμπειν εἰς τὸ τῆς Ἀθηνᾶς καὶ Ἀρτέμιδος ἄλσος. Kαὶ ταῦτα μὲν εἶπεν Ἑρμῆς· Μεροπὶς δ' ὡς ἤκουσεν, ἐξύβρισε πρὸς τὸ ὄνομα τῆς Ἀθηνᾶς, ἡ δὲ αὐτὴν ἐποίησεν ὀρνίθιον γλαῦκα· Βύσσα δὲ τῷ αὐτῷ ὀνόματι λέγεται καὶ ἔστι Λευκοθέας ὄρνις· Ἄγρων δ' ὡς ἐπύθετο, ἁρπάσας ὀβελὸν ἐξέδραμεν, Ἑρμῆς δ' αὐτὸν ἐποίησε χαραδριόν· Εὔμηλος δὲ τὸν Ἑρμῆν ἐνείκεσεν ὅτι μετεμόρφωσεν αὐτοῦ τὸν υἱόν, ὁ δὲ κἀκεῖνον ἐποίησε νυκτικόρακα κακάγγελον.
Αντωνίνος Λιβεράλις, Μεταμορφώσεων Συναγωγή, 15, 1, 1

Σχόλια
Στο logiosermis.net δημοσιεύεται κάθε σχόλιο. Θεωρούμε ότι ο καθένας έχει το δικαίωμα να εκφέρει ελεύθερα τις απόψεις του, οι οποίες εκφράζουν αποκλειστικά τον εκάστοτε σχολιαστή. Τα συκοφαντικά ή υβριστικά σχόλια θα διαγράφονται χωρίς προειδοποίηση. Περισσότερα στις οδηγίες χρήσης.